Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 6.77.1 | Hdt. 6.77.3 (English) | >>Hdt. 6.79.2 |
6.77.1
Ἀργεῖοι δὲ ἐβοήθεον πυνθανόμενοι ταῦτα ἐπὶ θάλασσαν · ὡς δὲ ἀγχοῦ μὲν ἐγίνοντο τῆς Τίρυνθος , χώρῳ δὲ ἐν τούτῳ τῷ κεῖται Ἡσίπεια οὔνομα , μεταίχμιον οὐ μέγα ἀπολιπόντες ἵζοντο ἀντίοι τοῖσι Λακεδαιμονίοισι . ἐνθαῦτα δὴ οἱ Ἀργεῖοι τὴν μὲν ἐκ τοῦ φανεροῦ μάχην οὐκ ἐφοβέοντο , ἀλλὰ μὴ δόλῳ αἱρεθέωσι ·
6.77.2 καὶ γὰρ δή σφι ἐς τοῦτο τὸ πρῆγμα εἶχε τὸ χρηστήριον τὸ ἐπίκοινα ἔχρησε ἡ Πυθίη τούτοισί τε καὶ Μιλησίοισι , λέγον ὧδε . ταῦτα δὴ πάντα συνελθόντα τοῖσι Ἀργείοισι φόβον παρεῖχε . καὶ δή σφι πρὸς ταῦτα ἔδοξε τῷ κήρυκι τῶν πολεμίων χρᾶσθαι , δόξαν δέ σφι ἐποίεον τοιόνδε · ὅκως ὁ Σπαρτιήτης κῆρυξ προσημαίνοι τι Λακεδαιμονίοισι , ἐποίευν καὶ οἱ Ἀργεῖοι τὠυτὸ τοῦτο .
note 6.77.3ἀλλʼ ὅταν ἡ θήλεια τὸν ἄρσενα νικήσασα
ἐξελάσῃ καὶ κῦδος ἐν Ἀργείοισιν ἄρηται ,
πολλὰς Ἀργείων ἀμφιδρυφέας τότε θήσει .
ὧς ποτέ τις ἐρέει καὶ ἐπεσσομένων ἀνθρώπων
“δεινὸς ὄφις τριέλικτος ἀπώλετο δουρὶ δαμασθείς .”
ch. 78
6.78.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 6.77.1 | Hdt. 6.77.3 (English) | >>Hdt. 6.79.2 |